9.1 Καὶ ἔλεγεν αὐτοῖς͵ Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες ὧδε τῶν ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει. 9.2 Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην͵ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ΄ ἰδίαν μόνους. καὶ μετεμορ φώθη ἔμπροσθεν αὐτῶν͵ 9.3 καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα λευκὰ λίαν οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτως λευκᾶναι. 9.4 καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ͵ καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. 9.5 καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ͵ Ραββί͵ καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι͵ καὶ ποιήσωμεν τρεῖς σκηνάς͵ σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν. 9.6 οὐ γὰρ ᾔδει τί ἀποκριθῇ͵ ἔκφοβοι γὰρ ἐγένοντο. 9.7 καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς͵ καὶ ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης͵ Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός͵ ἀκούετε αὐτοῦ. 9.8 καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ΄ ἑαυτῶν. 9.9 Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ἃ εἶδον διηγήσωνται͵ εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. 9.10 καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι. 9.11 καὶ ἐπηρώτων αὐτὸν λέγοντες͵ Ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 9.12 ὁ δὲ ἔφη αὐτοῖς͵ Ἠλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστάνει πάντα͵ καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενηθῇ; 9.13 ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν͵ καὶ ἐποίησαν αὐτῷ ὅσα ἤθελον͵ καθὼς γέγραπται ἐπ΄ αὐτόν. 9.14 Καὶ ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας πρὸς αὐτούς. 9.15 καὶ εὐθὺς πᾶς ὁ ὄχλος ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν͵ καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. 9.16 καὶ ἐπηρώτησεν αὐτούς͵ Τί συζητεῖτε πρὸς αὑτούς; 9.17 καὶ ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου͵ Διδάσκαλε͵ ἤνεγκα τὸν υἱόν μου πρὸς σέ͵ ἔχοντα πνεῦμα ἄλαλον· 9.18 καὶ ὅπου ἐὰν αὐτὸν κατα λάβῃ ῥήσσει αὐτόν͵ καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας καὶ ξηραίνεται· καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν͵ καὶ οὐκ ἴσχυσαν. 9.19 ὁ δὲ ἀποκριθεὶς αὐτοῖς λέγει͵ Ὦ γενεὰ ἄπιστος͵ ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. 9.20 καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν τὸ πνεῦμα εὐθὺς συνεσπάραξεν αὐτόν͵ καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. 9.21 καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ͵ Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν͵ Ἐκ παιδιόθεν· 9.22 καὶ πολλάκις καὶ εἰς πῦρ αὐτὸν ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ΄ εἴ τι δύνῃ͵ βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ΄ ἡμᾶς. 9.23 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ͵ Τὸ Εἰ δύνῃπάντα δυνατὰ τῷ πιστεύοντι. 9.24 εὐθὺς κράξας ὁ πατὴρ τοῦ παιδίου ἔλεγεν͵ Πιστεύω· βοήθει μου τῇ ἀπιστίᾳ. 9.25 ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ͵ Τὸ ἄλαλον καὶ κωφὸν πνεῦμα͵ ἐγὼ ἐπιτάσσω σοι͵ ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. 9.26 καὶ κράξας καὶ πολλὰ σπαράξας ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρός͵ ὥστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν. 9.27 ὁ δὲ Ἰησοῦς κρατήσας τῆς χειρὸς αὐτοῦ ἤγειρεν αὐτόν͵ καὶ ἀνέστη. 9.28 καὶ εἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ κατ΄ ἰδίαν ἐπηρώτων αὐτόν͵ Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκ βαλεῖν αὐτό; 9.29 καὶ εἶπεν αὐτοῖς͵ Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ. 9.30 Κἀκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλι λαίας͵ καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ· 9.31 ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων͵ καὶ ἀποκτενοῦσιν αὐτόν͵ καὶ ἀποκτανθεὶς μετὰ τρεῖς ἡμέρας ἀναστήσεται. 9.32 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα͵ καὶ ἐφοβοῦντο αὐτὸν ἐπερω τῆσαι. 9.33 Καὶ ἦλθον εἰς Καφαρναούμ. καὶ ἐν τῇ οἰκίᾳ γενόμε νος ἐπηρώτα αὐτούς͵ Τί ἐν τῇ ὁδῷ διελογίζεσθε; 9.34 οἱ δὲ ἐσιώπων͵ πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. 9.35 καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς͵ Εἴ τις θέλει πρῶτος εἶναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. 9.36 καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς͵ 9.37 Ὃς ἂν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου͵ ἐμὲ δέχεται· καὶ ὃς ἂν ἐμὲ δέχηται͵ οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με. 9.38 Ἔφη αὐτῷ ὁ Ἰωάννης͵ Διδάσκαλε͵ εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια͵ καὶ ἐκωλύομεν αὐτόν͵ ὅτι οὐκ ἠκολούθει ἡμῖν. 9.39 ὁ δὲ Ἰησοῦς εἶπεν͵ Μὴ κωλύετε αὐτόν͵ οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με· 9.40 ὃς γὰρ οὐκ ἔστιν καθ΄ ἡμῶν͵ ὑπὲρ ἡμῶν ἐστιν. 9.41 Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ὀνόματι ὅτι Χριστοῦ ἐστε͵ ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. 9.42 Καὶ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων [εἰς ἐμέ]͵ καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν. 9.43 Καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου͵ ἀπόκοψον αὐτήν· καλόν ἐστίν σε κυλλὸν εἰσελ θεῖν εἰς τὴν ζωὴν ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν͵ εἰς τὸ πῦρ τὸ ἄσβεστον. 9.45 καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε͵ ἀπόκοψον αὐτόν· καλόν ἐστίν σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν. 9.47 καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε͵ ἔκβαλε αὐτόν· καλόν σέ ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν͵ 9.48 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται· 9.49 πᾶς γὰρ πυρὶ ἁλισθήσεται. 9.50 Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται͵ ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ἅλα͵ καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.