3.1 ῏Ην δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων͵ Νικόδημος ὄνομα αὐτῷ͵ ἄρχων τῶν Ἰουδαίων· 3.2 οὗτος ἦλθεν πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ͵ Ραββί͵ οἴδαμεν ὅτι ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ δύναται ταῦτα τὰ σημεῖα ποιεῖν ἃ σὺ ποιεῖς͵ ἐὰν μὴ ᾖ ὁ θεὸς μετ΄ αὐτοῦ. 3.3 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ͵ Ἀμὴν ἀμὴν λέγω σοι͵ ἐὰν μή τις γεννηθῇ ἄνωθεν͵ οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ θεοῦ. 3.4 λέγει πρὸς αὐτὸν [ὁ] Νικόδημος͵ Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; 3.5 ἀπεκρίθη Ἰησοῦς͵ Ἀμὴν ἀμὴν λέγω σοι͵ ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος͵ οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 3.6 τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν͵ καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν. 3.7 μὴ θαυμάσῃς ὅτι εἶπόν σοι͵ Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. 3.8 τὸ πνεῦμα ὅπου θέλει πνεῖ͵ καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις͵ ἀλλ΄ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος. 3.9 ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ͵ Πῶς δύναται ταῦτα γενέσθαι; 3.10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ͵ Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις; 3.11 ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν͵ καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. 3.12 εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε͵ πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε; 3.13 καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς͵ ὁ υἱὸς τοῦ ἀνθρώπου. 3.14 καὶ καθὼς Μωϋσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ͵ οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου͵ 3.15 ἵνα πᾶς ὁ πιστεύων ἐν αὐτῷ ἔχῃ ζωὴν αἰώνιον. 3.16 Οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον͵ ὥστε τὸν υἱὸν τὸν μονογενῆ ἔδωκεν͵ ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ΄ ἔχῃ ζωὴν αἰώνιον. 3.17 οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον͵ ἀλλ΄ ἵνα σωθῇ ὁ κόσμος δι΄ αὐτοῦ. 3.18 ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ [δὲ] μὴ πιστεύων ἤδη κέκριται͵ ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ. 3.19 αὕτη δέ ἐστιν ἡ κρίσις͵ ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς͵ ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα. 3.20 πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς͵ ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ· 3.21 ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς͵ ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα ὅτι ἐν θεῷ ἐστιν εἰργασμένα. 3.22 Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν͵ καὶ ἐκεῖ διέτριβεν μετ΄ αὐτῶν καὶ ἐβάπτιζεν. 3.23 ἦν δὲ καὶ ὁ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ͵ ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ͵ καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο· 3.24 οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης. 3.25 Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ. 3.26 καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπαν αὐτῷ͵ Ραββί͵ ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου͵ ᾧ σὺ μεμαρτύρηκας͵ ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν. 3.27 ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν͵ Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲ ἓν ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. 3.28 αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον [ὅτι] Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός͵ ἀλλ΄ ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. 3.29 ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου͵ ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ͵ χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. 3.30 ἐκεῖνον δεῖ αὐξάνειν͵ ἐμὲ δὲ ἐλαττοῦσθαι. 3.31 Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν· ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστιν καὶ ἐκ τῆς γῆς λαλεῖ. ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος [ἐπάνω πάντων ἐστίν·] 3.32 ὃ ἑώρακεν καὶ ἤκουσεν τοῦτο μαρτυρεῖ͵ καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. 3.33 ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ θεὸς ἀληθής ἐστιν. 3.34 ὃν γὰρ ἀπέστειλεν ὁ θεὸς τὰ ῥήματα τοῦ θεοῦ λαλεῖ͵ οὐ γὰρ ἐκ μέτρου δίδωσιν τὸ πνεῦμα. 3.35 ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν͵ καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. 3.36 ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται ζωήν͵ ἀλλ΄ ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ΄ αὐτόν.