2.1 Καὶ εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ δι΄ ἡμερῶν ἠκούσθη ὅτι ἐν οἴκῳ ἐστίν. 2.2 καὶ συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν͵ καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. 2.3 καὶ ἔρχονται φέροντες πρὸς αὐτὸν παραλυτικὸν αἰρόμενον ὑπὸ τεσσάρων. 2.4 καὶ μὴ δυνάμενοι προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν͵ καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ὅπου ὁ παραλυτικὸς κατέκειτο. 2.5 καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ͵ Τέκνον͵ ἀφίενταί σου αἱ ἁμαρτίαι. 2.6 ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν͵ 2.7 Τί οὗτος οὕτως λαλεῖ; βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός; 2.8 καὶ εὐθὺς ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοῖς λέγει αὐτοῖς͵ Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 2.9 τί ἐστιν εὐκοπώτερον͵ εἰπεῖν τῷ παραλυτικῷ͵ Ἀφίενταί σου αἱ ἁμαρτίαι͵ ἢ εἰπεῖν͵ Ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; 2.10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς λέγει τῷ παραλυτικῷ͵ 2.11 Σοὶ λέγω͵ ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 2.12 καὶ ἠγέρθη καὶ εὐθὺς ἄρας τὸν κράβαττον ἐξῆλθεν ἔμπροσθεν πάντων͵ ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι Οὕτως οὐδέποτε εἴδομεν. 2.13 Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν͵ καὶ ἐδίδασκεν αὐτούς. 2.14 καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον͵ καὶ λέγει αὐτῷ͵ Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. 2.15 Καὶ γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ͵ καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί. καὶ ἠκολούθουν αὐτῷ καὶ οἱ γραμματεῖς τῶν Φαρισαίων͵ 2.16 καὶ ἰδόντες ὅτι ἐσθίει μετὰ τῶν ἁμαρτωλῶν καὶ τελωνῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ͵ Ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει; 2.17 καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς [ὅτι] Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ΄ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς. 2.18 Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ Φαρισαῖοι νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ͵ Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν͵ οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν; 2.19 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς͵ Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ΄ αὐτῶν ἐστιν νηστεύειν; ὅσον χρόνον ἔχουσιν τὸν νυμφίον μετ΄ αὐτῶν οὐ δύνανται νηστεύειν· 2.20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ΄ αὐτῶν ὁ νυμφίος͵ καὶ τότε νηστεύσουσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. 2.21 οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή͵ αἴρει τὸ πλήρωμα ἀπ΄ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ͵ καὶ χεῖρον σχίσμα γίνεται. 2.22 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς, εἰ δὲ μή͵ ῥήξει ὁ οἶνος τοὺς ἀσκούς͵ καὶ ὁ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί, ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινούς. 2.23 Καὶ ἐγένετο αὐτὸν ἐν τοῖς σάββασιν παραπορεύεσθαι διὰ τῶν σπορίμων͵ καὶ οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. 2.24 καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ͵ Ἴδε τί ποιοῦσιν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν; 2.25 καὶ λέγει αὐτοῖς͵ Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυίδ͵ ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ΄ αὐτοῦ; 2.26 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν͵ οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοὺς ἱερεῖς͵ καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν; 2.27 καὶ ἔλεγεν αὐτοῖς͵ Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· 2.28 ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.