17.1 Ταῦτα ἐλάλησεν Ἰησοῦς͵ καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν͵ Πάτερ͵ ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν͵ ἵνα ὁ υἱὸς δοξάσῃ σέ͵ 17.2 καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός͵ ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. 17.3 αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή͵ ἵνα γινώσκωσιν σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. 17.4 ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς͵ τὸ ἔργον τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω· 17.5 καὶ νῦν δόξασόν με σύ͵ πάτερ͵ παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. 17.6 Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν κἀμοὶ αὐτοὺς ἔδωκας͵ καὶ τὸν λόγον σου τετήρηκαν. 17.7 νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ εἰσιν· 17.8 ὅτι τὰ ῥήματα ἃ ἔδωκάς μοι δέδωκα αὐτοῖς͵ καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον͵ καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. 17.9 ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς μοι͵ ὅτι σοί εἰσιν͵ 17.10 καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά͵ καὶ δεδόξασμαι ἐν αὐτοῖς. 17.11 καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ͵ καὶ αὐτοὶ ἐν τῷ κόσμῳ εἰσίν͵ κἀγὼ πρὸς σὲ ἔρχομαι. Πάτερ ἅγιε͵ τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι͵ ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς. 17.12 ὅτε ἤμην μετ΄ αὐτῶν ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι͵ καὶ ἐφύλαξα͵ καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας͵ ἵνα ἡ γραφὴ πληρωθῇ. 17.13 νῦν δὲ πρὸς σὲ ἔρχομαι͵ καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν αὑτοῖς. 17.14 ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου͵ καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς͵ ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. 17.15 οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου ἀλλ΄ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. 17.16 ἐκ τοῦ κόσμου οὐκ εἰσὶν καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. 17.17 ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ· ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν. 17.18 καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον͵ κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον· 17.19 καὶ ὑπὲρ αὐτῶν [ἐγὼ] ἁγιάζω ἐμαυτόν͵ ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ. 17.20 Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον͵ ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ͵ 17.21 ἵνα πάντες ἓν ὦσιν͵ καθὼς σύ͵ πάτερ͵ ἐν ἐμοὶ κἀγὼ ἐν σοί͵ ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν͵ ἵνα ὁ κόσμος πιστεύῃ ὅτι σύ με ἀπέστειλας. 17.22 κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς͵ ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν͵ 17.23 ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί͵ ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν͵ ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας. 17.24 Πάτερ͵ ὃ δέδωκάς μοι͵ θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν μετ΄ ἐμοῦ͵ ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμὴν ἣν δέδωκάς μοι͵ ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου. 17.25 πάτερ δίκαιε͵ καὶ ὁ κόσμος σε οὐκ ἔγνω͵ ἐγὼ δέ σε ἔγνων͵ καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας͵ 17.26 καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω͵ ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ κἀγὼ ἐν αὐτοῖς.