7.1 Καὶ μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν͵ ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. 7.2 ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία. 7.3 εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ͵ Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν͵ ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν [σοῦ] τὰ ἔργα ἃ ποιεῖς· 7.4 οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. εἰ ταῦτα ποιεῖς͵ φανέρωσον σεαυτὸν τῷ κόσμῳ. 7.5 οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. 7.6 λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς͵ Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν͵ ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. 7.7 οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς͵ ἐμὲ δὲ μισεῖ͵ ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. 7.8 ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν· ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην͵ ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλήρωται. 7.9 ταῦτα δὲ εἰπὼν αὐτὸς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ. 7.10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτήν͵ τότε καὶ αὐτὸς ἀνέβη͵ οὐ φανερῶς ἀλλ΄ ἐν κρυπτῷ. 7.11 οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον͵ Ποῦ ἐστιν ἐκεῖνος; 7.12 καὶ γογγυσμὸς περὶ αὐτοῦ ἦν [πολὺς] ἐν τῷ ὄχλῳ· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν͵ ἄλλοι [δὲ] ἔλεγον͵ Οὔ͵ ἀλλὰ πλανᾷ τὸν ὄχλον. 7.13 οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων. 7.14 ῎Ηδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν. 7.15 ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες͵ Πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς; 7.16 ἀπεκρίθη οὖν αὐτοῖς [ὁ] Ἰησοῦς καὶ εἶπεν͵ Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με· 7.17 ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν͵ γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ΄ ἐμαυτοῦ λαλῶ. 7.18 ὁ ἀφ΄ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν͵ οὗτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. 7.19 οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι; 7.20 ἀπεκρίθη ὁ ὄχλος͵ Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; 7.21 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς͵ Ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε. 7.22 διὰ τοῦτο Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν ἀλλ΄ ἐκ τῶν πατέρων καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. 7.23 εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως͵ ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; 7.24 μὴ κρίνετε κατ΄ ὄψιν͵ ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε. 7.25 Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν͵ Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; 7.26 καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν. μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ Χριστός; 7.27 ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν. 7.28 ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων͵ Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ΄ ἐμαυτοῦ οὐκ ἐλήλυθα͵ ἀλλ΄ ἔστιν ἀληθινὸς ὁ πέμψας με͵ ὃν ὑμεῖς οὐκ οἴδατε· 7.29 ἐγὼ οἶδα αὐτόν͵ ὅτι παρ΄ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν. 7.30 Ἐζήτουν οὖν αὐτὸν πιάσαι͵ καὶ οὐδεὶς ἐπέβαλεν ἐπ΄ αὐτὸν τὴν χεῖρα͵ ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. 7.31 Ἐκ τοῦ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν͵ καὶ ἔλεγον͵ Ὁ Χριστὸς ὅταν ἔλθῃ μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ἐποίησεν; 7.32 ῎Ηκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα͵ καὶ ἀπέστειλαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν. 7.33 εἶπεν οὖν ὁ Ἰησοῦς͵ Ἔτι χρόνον μικρὸν μεθ΄ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. 7.34 ζητήσετέ με καὶ οὐχ εὑρήσετέ [με]͵ καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 7.35 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς͵ Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας; 7.36 τίς ἐστιν ὁ λόγος οὗτος ὃν εἶπεν͵ Ζητήσετέ με καὶ οὐχ εὑρήσετέ [με]͵ καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; 7.37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν λέγων͵ Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω. 7.38 ὁ πιστεύων εἰς ἐμέ͵ καθὼς εἶπεν ἡ γραφή͵ ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. 7.39 τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος ὃ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα͵ ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. 7.40 Ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντες τῶν λόγων τούτων ἔλεγον͵ Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· 7.41 ἄλλοι ἔλεγον͵ Οὗτός ἐστιν ὁ Χριστός· οἱ δὲ ἔλεγον͵ Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; 7.42 οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυίδ͵ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης ὅπου ἦν Δαυίδ͵ ὁ Χριστὸς ἔρχεται; 7.43 σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ δι΄ αὐτόν. 7.44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν͵ ἀλλ΄ οὐδεὶς ἐπέβαλεν ἐπ΄ αὐτὸν τὰς χεῖρας. 7.45 ῏Ηλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους͵ καὶ εἶπον αὐτοῖς ἐκεῖνοι͵ Διὰ τί οὐκ ἠγάγετε αὐτόν; 7.46 ἀπεκρίθησαν οἱ ὑπηρέται͵ Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος. 7.47 ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι͵ Μὴ καὶ ὑμεῖς πεπλάνησθε; 7.48 μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; 7.49 ἀλλὰ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπάρατοί εἰσιν. 7.50 λέγει Νικόδημος πρὸς αὐτούς͵ ὁ ἐλθὼν πρὸς αὐτὸν τὸ πρότερον͵ εἷς ὢν ἐξ αὐτῶν͵ 7.51 Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ΄ αὐτοῦ καὶ γνῷ τί ποιεῖ; 7.52 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ͵ Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγείρεται. 7.53 Καὶ ἐπορεύθησαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ.