19.1 Τότε οὖν ἔλαβεν ὁ Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν. 19.2 καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ͵ καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν͵ 19.3 καὶ ἤρχοντο πρὸς αὐτὸν καὶ ἔλεγον͵ Χαῖρε͵ ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα. 19.4 Καὶ ἐξῆλθεν πάλιν ἔξω ὁ Πιλᾶτος καὶ λέγει αὐτοῖς͵ Ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω͵ ἵνα γνῶτε ὅτι οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. 19.5 ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω͵ φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. καὶ λέγει αὐτοῖς͵ Ἰδοὺ ὁ ἄνθρωπος. 19.6 ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες͵ Σταύρωσον σταύρωσον. λέγει αὐτοῖς ὁ Πιλᾶτος͵ Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε͵ ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. 19.7 ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι͵ Ἡμεῖς νόμον ἔχομεν͵ καὶ κατὰ τὸν νόμον ὀφείλει ἀποθανεῖν͵ ὅτι υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν. 19.8 Ὅτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον͵ μᾶλλον ἐφοβήθη͵ 19.9 καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ͵ Πόθεν εἶ σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. 19.10 λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος͵ Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω ἀπολῦσαί σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί σε; 19.11 ἀπε κρίθη αὐτῷ ὁ Ἰησοῦς͵ Οὐκ εἶχες ἐξουσίαν κατ΄ ἐμοῦ οὐδεμίαν εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν· διὰ τοῦτο ὁ παραδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει. 19.12 ἐκ τούτου ὁ Πιλᾶτος ἐζήτει ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι ἐκραύγαζον λέγοντες͵ Ἐὰν τοῦτον ἀπολύσῃς͵ οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι. 19.13 Ὁ οὖν Πιλᾶτος ἀκούσας τῶν λόγων τούτων ἤγαγεν ἔξω τὸν Ἰησοῦν͵ καὶ ἐκάθισεν ἐπὶ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον͵ Ἑβραϊστὶ δὲ Γαββαθα. 19.14 ἦν δὲ παρασκευὴ τοῦ πάσχα͵ ὥρα ἦν ὡς ἕκτη. καὶ λέγει τοῖς Ἰουδαίοις͵ Ἴδε ὁ βασιλεὺς ὑμῶν. 19.15 ἐκραύγασαν οὖν ἐκεῖνοι͵ Ἆρον ἆρον͵ σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος͵ Τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς͵ Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. 19.16 τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. Παρέλαβον οὖν τὸν Ἰησοῦν· 19.17 καὶ βαστάζων αὑτῷ τὸν σταυρὸν ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου Τόπον͵ ὃ λέγεται Ἑβραϊστὶ Γολγοθᾶ͵ 19.18 ὅπου αὐτὸν ἐσταύρωσαν͵ καὶ μετ΄ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν͵ μέσον δὲ τὸν Ἰησοῦν. 19.19 ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον͵ Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων. 19.20 τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων͵ ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί͵ Ρωμαϊστί͵ Ἑλληνιστί. 19.21 ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων͵ Μὴ γράφε͵ Ὁ βασιλεὺς τῶν Ἰουδαίων͵ ἀλλ΄ ὅτι ἐκεῖνος εἶπεν͵ Βασιλεύς εἰμι τῶν Ἰουδαίων. 19.22 ἀπεκρίθη ὁ Πιλᾶτος͵ Ὃ γέγραφα͵ γέγραφα. 19.23 Οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη͵ ἑκάστῳ στρατιώτῃ μέρος͵ καὶ τὸν χιτῶνα. ἦν δὲ ὁ χιτὼν ἄραφος͵ ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι΄ ὅλου. 19.24 εἶπαν οὖν πρὸς ἀλλήλους͵ Μὴ σχίσωμεν αὐτόν͵ ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ ἡ λέγουσα͵ Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν. 19.25 εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ͵ Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. 19.26 Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα͵ λέγει τῇ μητρί͵ Γύναι͵ ἴδε ὁ υἱός σου. 19.27 εἶτα λέγει τῷ μαθητῇ͵ Ἴδε ἡ μήτηρ σου. καὶ ἀπ΄ ἐκείνης τῆς ὥρας ἔλαβεν αὐτὴν ὁ μαθητὴς εἰς τὰ ἴδια. 19.28 Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι ἤδη πάντα τετέλεσται͵ ἵνα τελειωθῇ ἡ γραφή͵ λέγει͵ Διψῶ. 19.29 σκεῦος ἔκειτο ὄξους μεστόν· σπόγγον οὖν μεστὸν τοῦ ὄξους ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι. 19.30 ὅτε οὖν ἔλαβεν τὸ ὄξος [ὁ] Ἰησοῦς εἶπεν͵ Τετέλεσται· καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα. 19.31 Οἱ οὖν Ἰουδαῖοι͵ ἐπεὶ παρασκευὴ ἦν͵ ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ͵ ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου͵ ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν. 19.32 ἦλθον οὖν οἱ στρατιῶται͵ καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ· 19.33 ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες͵ ὡς εἶδον ἤδη αὐτὸν τεθνηκότα͵ οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη͵ 19.34 ἀλλ΄ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν͵ καὶ ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὕδωρ. 19.35 καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν͵ καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία͵ καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει͵ ἵνα καὶ ὑμεῖς πιστεύσητε. 19.36 ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ͵ Ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ. 19.37 καὶ πάλιν ἑτέρα γραφὴ λέγει͵ Ὄψονται εἰς ὃν ἐξεκέντησαν. 19.38 Μετὰ δὲ ταῦτα ἠρώτησεν τὸν Πιλᾶτον Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας͵ ὢν μαθητὴς τοῦ Ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων͵ ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα αὐτοῦ. 19.39 ἦλθεν δὲ καὶ Νικόδημος͵ ὁ ἐλθὼν πρὸς αὐτὸν νυκτὸς τὸ πρῶτον͵ φέρων μίγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν. 19.40 ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων͵ καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν. 19.41 ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος͵ καὶ ἐν τῷ κήπῳ μνημεῖον καινὸν ἐν ᾧ οὐδέπω οὐδεὶς ἦν τεθειμένος· 19.42 ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων͵ ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον͵ ἔθηκαν τὸν Ἰησοῦν.