8.1 Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν. 8.2 Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν͵ καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν͵ καὶ καθίσας ἐδίδασκεν αὐτούς. 8.3 ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι γυναῖκα ἐπὶ μοιχείᾳ κατειλημμένην͵ καὶ στήσαντες αὐτὴν ἐν μέσῳ 8.4 λέγουσιν αὐτῷ͵ Διδάσκαλε͵ αὕτη ἡ γυνὴ κατείληπται ἐπ΄ αὐτοφώρῳ μοιχευομένη· 8.5 ἐν δὲ τῷ νόμῳ ἡμῖν Μωϋσῆς ἐνετείλατο τὰς τοιαύτας λιθάζειν· σὺ οὖν τί λέγεις; 8.6 τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν͵ ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ κατέγραφεν εἰς τὴν γῆν. 8.7 ὡς δὲ ἐπέμενον ἐρωτῶντες [αὐτόν]͵ ἀνέκυψεν καὶ εἶπεν αὐτοῖς͵ Ὁ ἀναμάρτητος ὑμῶν πρῶτος ἐπ΄ αὐτὴν βαλέτω λίθον· 8.8 καὶ πάλιν κατακύψας ἔγραφεν εἰς τὴν γῆν. 8.9 οἱ δὲ ἀκούσαντες ἐξήρχοντο εἷς καθ΄ εἷς ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων͵ καὶ κατελείφθη μόνος͵ καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα. 8.10 ἀνακύψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῇ͵ Γύναι͵ ποῦ εἰσιν; οὐδείς σε κατέκρινεν; 8.11 ἡ δὲ εἶπεν͵ Οὐδείς͵ κύριε. εἶπεν δὲ ὁ Ἰησοῦς͵ Οὐδὲ ἐγώ σε κατακρίνω· πορεύου͵ [καὶ] ἀπὸ τοῦ νῦν μηκέτι ἁμάρτανε. 8.12 Πάλιν οὖν αὐτοῖς ἐλάλησεν ὁ Ἰησοῦς λέγων͵ Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ͵ ἀλλ΄ ἕξει τὸ φῶς τῆς ζωῆς. 8.13 εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι͵ Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. 8.14 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς͵ Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ͵ ἀληθής ἐστιν ἡ μαρτυρία μου͵ ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω. 8.15 ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε͵ ἐγὼ οὐ κρίνω οὐδένα. 8.16 καὶ ἐὰν κρίνω δὲ ἐγώ͵ ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν͵ ὅτι μόνος οὐκ εἰμί͵ ἀλλ΄ ἐγὼ καὶ ὁ πέμψας με πατήρ. 8.17 καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. 8.18 ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ. 8.19 ἔλεγον οὖν αὐτῷ͵ Ποῦ ἐστιν ὁ πατήρ σου; ἀπεκρίθη Ἰησοῦς͵ Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε͵ καὶ τὸν πατέρα μου ἂν ᾔδειτε. 8.20 Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν͵ ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. 8.21 Εἶπεν οὖν πάλιν αὐτοῖς͵ Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με͵ καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 8.22 ἔλεγον οὖν οἱ Ἰουδαῖοι͵ Μήτι ἀποκτενεῖ ἑαυτόν͵ ὅτι λέγει͵ Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; 8.23 καὶ ἔλεγεν αὐτοῖς͵ Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ͵ ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ͵ ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. 8.24 εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι͵ ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. 8.25 ἔλεγον οὖν αὐτῷ͵ Σὺ τίς εἶ; εἶπεν αὐτοῖς ὁ Ἰησοῦς͵ Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν; 8.26 πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ΄ ὁ πέμψας με ἀληθής ἐστιν͵ κἀγὼ ἃ ἤκουσα παρ΄ αὐτοῦ ταῦτα λαλῶ εἰς τὸν κόσμον. 8.27 οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν. 8.28 εἶπεν οὖν [αὐτοῖς] ὁ Ἰησοῦς͵ Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου͵ τότε γνώσεσθε ὅτι ἐγώ εἰμι͵ καὶ ἀπ΄ ἐμαυτοῦ ποιῶ οὐδέν͵ ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ πατὴρ ταῦτα λαλῶ. 8.29 καὶ ὁ πέμψας με μετ΄ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με μόνον͵ ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. 8.30 Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. 8.31 Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους͵ Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ͵ ἀληθῶς μαθηταί μού ἐστε͵ 8.32 καὶ γνώσεσθε τὴν ἀλήθειαν͵ καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. 8.33 ἀπεκρίθησαν πρὸς αὐτόν͵ Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε; 8.34 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς͵ Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν [τῆς ἁμαρτίας]. 8.35 ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. 8.36 ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ͵ ὄντως ἐλεύθεροι ἔσεσθε. 8.37 οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι͵ ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. 8.38 ἃ ἐγὼ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε. 8.39 Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ͵ Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς ὁ Ἰησοῦς͵ Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε͵ τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε· 8.40 νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι͵ ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν. 8.41 ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. εἶπαν [οὖν] αὐτῷ͵ Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν τὸν θεόν. 8.42 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς͵ Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν͵ ἠγαπᾶτε ἂν ἐμέ͵ ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ΄ ἐμαυτοῦ ἐλήλυθα͵ ἀλλ΄ ἐκεῖνός με ἀπέστειλεν. 8.43 διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. 8.44 ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ΄ ἀρχῆς͵ καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν͵ ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος͵ ἐκ τῶν ἰδίων λαλεῖ͵ ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ. 8.45 ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω͵ οὐ πιστεύετέ μοι. 8.46 τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ ἀλήθειαν λέγω͵ διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι; 8.47 ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε͵ ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ. 8.48 Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ͵ Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις; 8.49 ἀπεκρίθη Ἰησοῦς͵ Ἐγὼ δαιμόνιον οὐκ ἔχω͵ ἀλλὰ τιμῶ τὸν πατέρα μου͵ καὶ ὑμεῖς ἀτιμάζετέ με. 8.50 ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων. 8.51 ἀμὴν ἀμὴν λέγω ὑμῖν͵ ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ͵ θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. 8.52 εἶπον [οὖν] αὐτῷ οἱ Ἰουδαῖοι͵ Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται͵ καὶ σὺ λέγεις͵ Ἐάν τις τὸν λόγον μου τηρήσῃ͵ οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα. 8.53 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ͵ ὅστις ἀπέθανεν; καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν ποιεῖς; 8.54 ἀπεκρίθη Ἰησοῦς͵ Ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν͵ ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με͵ ὃν ὑμεῖς λέγετε ὅτι θεὸς ἡμῶν ἐστιν· 8.55 καὶ οὐκ ἐγνώκατε αὐτόν͵ ἐγὼ δὲ οἶδα αὐτόν. κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν͵ ἔσομαι ὅμοιος ὑμῖν ψεύστης· ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ. 8.56 Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν͵ καὶ εἶδεν καὶ ἐχάρη. 8.57 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν͵ Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας; 8.58 εἶπεν αὐτοῖς Ἰησοῦς͵ Ἀμὴν ἀμὴν λέγω ὑμῖν͵ πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί. 8.59 ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ΄ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ.